Psalms 83

1
LXX: Psa.82:1
ωδη ψαλμοῦ τῷ Ασαφ.
LXX: Psa.82:2
θεός, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, θεός·
2
LXX: Psa.82:3
ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν,
3
LXX: Psa.82:4
ἐπὶ τὸν λαόν σου· κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου
4
LXX: Psa.82:5
εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ισραηλ ἔτι.
5
LXX: Psa.82:6
ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο
6
LXX: Psa.82:7
τὰ σκηνώματα τῶν Ιδουμαίων καὶ οἱ Ισμαηλῖται, Μωαβ καὶ οἱ Αγαρηνοί,
7
LXX: Psa.82:8
Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον·
8
LXX: Psa.82:9
καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ' αὐτῶν, ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λωτ. διάψαλμα.
9
LXX: Psa.82:10
ποίησον αὐτοῖς ὡς τῇ Μαδιαμ καὶ τῷ Σισαρα, ὡς Ιαβιν ἐν τῷ χειμάρρῳ Κισων·
10
LXX: Psa.82:11
ἐξωλεθρεύθησαν ἐν Αενδωρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.
11
LXX: Psa.82:12
θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ωρηβ καὶ Ζηβ καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτῶν,
12
LXX: Psa.82:13
οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ.
13
LXX: Psa.82:14
θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου·
14
LXX: Psa.82:15
ὡσεὶ πῦρ, διαφλέξει δρυμόν, ὡς εἰ φλὸξ κατακαύσαι ὄρη,
15
LXX: Psa.82:16
οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς.
16
LXX: Psa.82:17
πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν τὸ ὄνομά σου, κύριε.
17
LXX: Psa.82:18
αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν
18
LXX: Psa.82:19
καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
Copyright information for LXX